Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας μυροφόρου Μαρίας τοῦ Κλωπᾶ ἐν εἰρήνῃ τελειωθείσης. Ὁ ἅγιος μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται. Ὁ ἅγιος μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται. Ὅσιος Εὐμένιος ὁ νέος (Σαριδάκης).