Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν, Ἰωάννου, Μωϋσέως, Ἀντιόχου, καὶ Ἀντωνίνου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεὴ ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν Ζεβινᾶ, Πολυχρονίου, Μωσέως, καὶ Δαμιανοῦ.