Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Προφήτιδος Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ νεολαμποῦς, τοῦ ἐν τῷ Ἁγίῳ Ἀντίπα κειμένου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σωσιθέου, Ναρσοῦ καὶ Ἰσαάκ, διὰ ξίφους τελειωθέντων.