Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης.

Heiligenkalender
November-05
 

5 Νοε 2026

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας


Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἑρμᾶ, Πατρόβα, Λίνου, Γαΐου καὶ Φιλολόγου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομνῖνος πυρὶ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τιμόθεος, Θεόφιλος καὶ Θεότιμος, πυγμαῖς τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δωρόθεος, θηρίοις ἐκδοθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Εὐψύχιος καὶ Καρτέριος,τὰ αἰδοῖα τμηθέντες, τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σιλβανός, εἰς μέταλλα βληθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πάμφιλος, ξεσθεὶς καὶ φυλακισθεὶς τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ὁμολογητοῦ. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀγαθάγγελος ξίφει τελειοῦται. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωνᾶ, ἀρχιεπισκόπου Νοβογοροδίας Ῥώσσου τοῦ θαυματουργοῦ.