Heiligenkalender
Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμην ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀθλήσεως τοῦ Μάρτυρος Κοΐντου, καὶ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰουβεναλίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων. Νεομάρτυς Λάμπρος ὁ ἐκ Σαμοθράκης.



