Heiligenkalender
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Σοφίας τῆς ἀσκητικῶς βιωσάσης. Ὁ ἅγιος ὁσιομάρτυς Ἰωάννης, ὁ ἡγούμενος τῆς μονῆς Μοναγρίας, ἐν σάκκῳ βληθεὶς καὶ τῇ θαλάσσῃ καταποντισθεὶς τελειοῦται. Ὁ ὅσιος Ἁλώνιος ἐν εἰρήνῃ τελειοῦται. Αἱ ἅγιαι Μαρία καὶ Μάρθα, ἀδελφαὶ τοῦ Λαζάρου, ἐν εἰρήνῃ τελειοῦνται.



