Επιλέξτε τη γλώσσα σας

Heiligenkalender

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνῃ.

04

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας


Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς αὐτοῦ ἀδελφῆς. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἀνωτέρω, Κοδρᾶτος, Ἀκάκιος καὶ Στρατόνικος οἱ ἀπὸ δημίων, ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος Κύπρου, ἐν εἰρήνῃ τελειοῦται.