Heiligenkalender
Μνήμη τῶν Ἁγίων Μαρτύρων, Μηνᾶ τοῦ Καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, ἄθλησις τῶν Ἁγίων τοῦ Χριστοῦ Μαρτύρων, Μηνᾶ τοῦ καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γέμελλος, σταυρωθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ Δεφουρκινοῦ. Ὁ Ἅγιος Ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται. Ὁ Ἅγιος μάρτυς Μαριανός, λιθοβοληθεὶς τελειοῦται. Ὁ Ἅγιος μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος, τελειοῦται.



