Μνήμη τοῦ Ὀσiου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου.
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀναστασίου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς, Ἀβέρκιος ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νόννος ἐν εἰρήνῃ τελειοῦται. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νεκταρίου τοῦ ἐν τῷ κελλίῳ τοῦ Ἰάγαρι, κειμένῳ κατὰ τὰς Καρεὰς τοῦ Ἄθω, ἀσκήσαντος ἐν ἔτει 1470. Ὁ Ὅσιος Φιλόθεος ὁ Καρεώτης, ὁ χρηματίσας πνευματικὸς Πατὴρ τοῦ ἀνωτέρω Νεκταρίου, ὁ καὶ προορατικοῦ χαρίσματος ἠξιωμένος, ἐν εἰρήνῃ τελειοῦται. Οἱ Ἅγιοι Ὅσιοι Μάρτυρες, οἱ ἐν τοῖς κελλίοις τοῦ Ἄθω κατοικοῦντες, οἱ τοὺς Λατινόφρονας ἐλέγξαντες, τὸν Βασιλέα, φημί, Μιχαὴλ καὶ τὸν Πατριάρχην Βέκκον, ὁ μὲν πρῶτος ἀγχόνῃ, οἱ δὲ λοιποὶ ξίφει τελειοῦνται.



