Επιλέξτε τη γλώσσα σας

Δισαρχιερατικὴ Θεία Λειτουργία στὴν πανηγυρίζουσα Ἐνορία τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ στὸ Graz
Τὴν Κυριακή, 1 Νοεμβρίου 2026, ἑορτὴ τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, ὁ Σεβασμιώτατος Μητροπολίτης Αὐστρίας καὶ Ἔξαρχος Οὑγγαρίας κ. Ἀρσένιος προεξῆρχε τῆς Δισαρχιερατικῆς Θείας Λειτουργίας στὴν πανηγυρίζουσα Ἐνορία τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ στὸ Graz. Μαζί του συλλειτούργησαν ὁ Θεοφιλέστατος Ἐπίσκοπος Ἀρίστης κ. Μάξιμος, ὁ Προϊστάμενος τῆς Ἐνορίας Πρωτοπρεσβύτερος Δημήτριος Μακρὴς καὶ ὁ Προϊστάμενος τῆς Οὐκρανόφωνης Ὀρθοδόξου Ἐνορίας Ἁγίου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου τοῦ Graz Πρωτοπρεσβύτερος Ἀνατόλιος Σλύνκο.
Ἀρχιερατικὴ Θεία Λειτουργία στὴν πανηγυρίζουσα Ἐνορία Ἁγίου Δημητρίου στὸ Salzburg
Τὴ Δευτέρα, 26 Ὀκτωβρίου 2026, ἑορτὴ τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, ὁ Σεβασμιώτατος Μητροπολίτης Αὐστρίας καὶ Ἔξαρχος Οὑγγαρίας κ. Ἀρσένιος προεξῆρχε τῆς Ἀρχιερατικῆς Θείας Λειτουργίας στὴν πανηγυρίζουσα Ἐνορία Ἁγίου Δημητρίου στὸ Salzburg. Μαζί του συλλειτούργησε ὁ ἐφημέριος τῆς Ἐνορίας Πρωτοπρεσβύτερος Ζαφείριος Κουτελιέρης καὶ ὁ Πρεσβύτερος Δημήτριος Χωνευτίδης ἀπὸ τὴν Ἱερὰ Μητρόπολη Γερμανίας.
Οἰκουμενικὸς Πατριάρχης Βαρθολομαῖος : Τριάντα πέντε ἔτη Πατριαρχίας, προσφορᾶς καὶ θυσιαστικῆς ἀγάπης.
Ἐπὶ τριάντα πέντε ἔτη ἡ Α.Θ.Π. ὁ Οἰκουμενικὸς Πατριάρχης σηκώνει μὲ πίστη καὶ ὑπομονὴ τὸν Σταυρὸ τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας. Ἀγωνίζεται γιὰ τὴν ἑνότητα, καλλιεργεῖ τὴν εἰρήνη, ἀγκαλιάζει μὲ πατρικὴ στοργὴ τὸν ἄνθρωπο καὶ ὑπενθυμίζει στὸν κόσμο τὴν ἱερότητα τῆς δημιουργίας. Πίσω ἀπὸ κάθε προσπάθειά του διακρίνεται ἡ καρδία τοῦ ποιμένος ποὺ ἔμαθε νὰ μετατρέπει τὴν ἀγωνία σὲ προσευχὴ καὶ τὴν εὐθύνη σὲ ἀγάπη. Ὡς ἄνθρωποι ἀναγνωρίζομε τοὺς κόπους του ἀλλὰ τὰ βάρη ποὺ καθημερινὰ φέρει γνωρίζει μόνον ὁ Θεός. Ἡ σιωπηλὴ προσευχή του σὲ κάθε περίσταση ξεπερνᾷ σέ δύναμη κάθε ἠχηρὸ λόγο καὶ ἀποφέρει πλούσιες δωρεές, εὐκλεεῖς καρποὺς τῆς θερμῆς πίστεως στὸν Πανάγαθο Θεό.

Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετʼ αὐτῶν λόγον. καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπʼ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπʼ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ. καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Μτ 25,14-30

Πηγή: Ἡ Καινὴ Διαθήκη ἐγκρίσει τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Ἐπιμ. Β. Ἀντωνιάδου, Ἐν Κωνσταντινουπόλει 1904